Jérémie 28
Septante

Jérémie et Hanania

1 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα.
2 καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.
3 ἐπ’ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς.
4 καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς.
5 διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεοῦ αὐτῶν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ.
6 φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ.
7 ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη διὰ τοῦτο ἐσαλεύθησαν.
8 καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνεῖτε αὐτήν λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς εἴ πως ἰαθήσεται.
9 ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς ἐξῆρεν ἕως τῶν ἄστρων.
10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεοῦ ἡμῶν.
11 παρασκευάζετε τὰ τοξεύματα πληροῦτε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν.
12 ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα.
13 κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου.
14 ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες.
15 ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν.
16 εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ.
17 ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ ὅτι ψευδῆ ἐχώνευσαν οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.

Introduction Septante

Ressources bibliques

Commentaires bibliques

Un commentaire biblique éclaire la lecture de la Bible en expliquant son contexte, clarifiant les passages difficiles et enrichissant la foi. C'est essentiel pour des études bibliques approfondies, offrant une meilleure compréhension de la Parole de Dieu et des enseignements pour la vie.

Commentaires bibliques 5

Codes Strong

Les codes Strong de James Strong sont un puissant outil d'étude biblique numérant et classant les mots selon leurs origines et significations. Ils révèlent les nuances des enseignements, lient les mots apparentés entre passages, enrichissant l'interprétation et la compréhension spirituelle et historique des termes bibliques.

Codes Strong

Comparaison de traduction

Une fonction de comparaison de traduction de la Bible est un outil précieux pour les étudiants et chercheurs. Elle permet d'analyser les nuances, choix linguistiques et interprétations entre versions. Cette perspective élargit la compréhension des textes bibliques et des interprétations variées, qu'on cherche fidélité ou exploration enrichissante.

Comparer les traductions 45

Versets liés

Les versets liés révèlent des connexions profondes entre les passages bibliques, offrant une compréhension contextuelle riche et une vision globale des enseignements sacrés.

Versets liés

Dictionnaires

Le dictionnaire biblique est une ressource essentielle pour explorer en profondeur les enseignements et les significations de la Bible. Il fournit des explications claires sur les termes, les contextes historiques et les messages spirituels, permettant une meilleure compréhension des Écritures.

Dictionnaires 3