2 Chroniques 36
Septante

Règnes de Joachaz, Jojakim et Jojakin

1 καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ιωαχαζ υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ ἐν Ιερουσαλημ.
2 υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν Ιωαχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λοβενα. καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. καὶ ἔδησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γῇ Εμαθ τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν Ιερουσαλημ.
3 καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου.
4 καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ. καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκαν τῷ Φαραω τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραω καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω.
6 καὶ ἀνέβη ἐπ’ αὐτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα.
7 καὶ μέρος τῶν σκευῶν οἴκου κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.
8 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν Ιεχονιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
9 υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιεχονιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου.
10 καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ.

Règne de Sédécias

11 ἐτῶν εἴκοσι ἑνὸς Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
12 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου θεοῦ αὐτοῦ οὐκ ἐνετράπη ἀπὸ προσώπου Ιερεμιου τοῦ προφήτου καὶ ἐκ στόματος κυρίου.
13 ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς κύριον θεὸν Ισραηλ.
14 καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ.
15 καὶ ἐξαπέστειλεν κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ προφητῶν ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ.
16 καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ ἕως ἀνέβη ὁ θυμὸς κυρίου ἐν τῷ λαῷ αὐτοῦ ἕως οὐκ ἦν ἴαμα.
17 καὶ ἤγαγεν ἐπ’ αὐτοὺς βασιλέα Χαλδαίων καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκιου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτῶν.
18 καὶ πάντα τὰ σκεύη οἴκου θεοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.
19 καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ κατέσκαψεν τὸ τεῖχος Ιερουσαλημ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν.
20 καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων.
21 τοῦ πληρωθῆναι λόγον κυρίου διὰ στόματος Ιερεμιου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

Édit de Cyrus

22 ἔτους πρώτου Κύρου βασιλέως Περσῶν μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλεν κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων.
23 τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ ἐν τῇ Ιουδαίᾳ τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβήτω.

Introduction Septante

Ressources bibliques

Commentaires bibliques

Un commentaire biblique éclaire la lecture de la Bible en expliquant son contexte, clarifiant les passages difficiles et enrichissant la foi. C'est essentiel pour des études bibliques approfondies, offrant une meilleure compréhension de la Parole de Dieu et des enseignements pour la vie.

Commentaires bibliques 5

Codes Strong

Les codes Strong de James Strong sont un puissant outil d'étude biblique numérant et classant les mots selon leurs origines et significations. Ils révèlent les nuances des enseignements, lient les mots apparentés entre passages, enrichissant l'interprétation et la compréhension spirituelle et historique des termes bibliques.

Codes Strong

Comparaison de traduction

Une fonction de comparaison de traduction de la Bible est un outil précieux pour les étudiants et chercheurs. Elle permet d'analyser les nuances, choix linguistiques et interprétations entre versions. Cette perspective élargit la compréhension des textes bibliques et des interprétations variées, qu'on cherche fidélité ou exploration enrichissante.

Comparer les traductions 45

Versets liés

Les versets liés révèlent des connexions profondes entre les passages bibliques, offrant une compréhension contextuelle riche et une vision globale des enseignements sacrés.

Versets liés

Dictionnaires

Le dictionnaire biblique est une ressource essentielle pour explorer en profondeur les enseignements et les significations de la Bible. Il fournit des explications claires sur les termes, les contextes historiques et les messages spirituels, permettant une meilleure compréhension des Écritures.

Dictionnaires 3