2 Chroniques 3
Septante

Construction du temple

1 καὶ ἤρξατο Σαλωμων τοῦ οἰκοδομεῖν τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ ἐν ὄρει τοῦ Αμορια οὗ ὤφθη κύριος τῷ Δαυιδ πατρὶ αὐτοῦ ἐν τῷ τόπῳ ᾧ ἡτοίμασεν Δαυιδ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.
2 καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.
3 καὶ ταῦτα ἤρξατο Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὖρος πήχεων εἴκοσι.
4 καὶ αιλαμ κατὰ πρόσωπον τοῦ οἴκου μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.
5 καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις καὶ κατεχρύσωσεν χρυσίῳ καθαρῷ καὶ ἔγλυψεν ἐπ’ αὐτοῦ φοίνικας καὶ χαλαστά.
6 καὶ ἐκόσμησεν τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν καὶ χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουαιμ.
7 καὶ ἐχρύσωσεν τὸν οἶκον καὶ τοὺς τοίχους καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ καὶ ἔγλυψεν χερουβιν ἐπὶ τῶν τοίχων.
8 καὶ ἐποίησεν τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων μῆκος αὐτοῦ ἐπὶ πρόσωπον πλάτους πήχεων εἴκοσι καὶ τὸ εὖρος πήχεων εἴκοσι καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς χερουβιν εἰς τάλαντα ἑξακόσια.
9 καὶ ὁλκὴ τῶν ἥλων ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου καὶ τὸ ὑπερῷον ἐχρύσωσεν χρυσίῳ.
10 καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων χερουβιν δύο ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ.
11 καὶ αἱ πτέρυγες τῶν χερουβιν τὸ μῆκος πήχεων εἴκοσι καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου.
12 καὶ ἡ πτέρυξ τοῦ χερουβ τοῦ ἑνὸς πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τοῦ πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου.
13 καὶ αἱ πτέρυγες τῶν χερουβιν διαπεπετασμέναι πήχεων εἴκοσι καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτῶν καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον.
14 καὶ ἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτῷ χερουβιν.
15 καὶ ἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο πήχεων τριάκοντα πέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε.
16 καὶ ἐποίησεν σερσερωθ ἐν τῷ δαβιρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων καὶ ἐποίησεν ῥοΐσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τῶν χαλαστῶν.
17 καὶ ἔστησεν τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν Ἰσχύς.

Introduction Septante

Ressources bibliques

Commentaires bibliques

Un commentaire biblique éclaire la lecture de la Bible en expliquant son contexte, clarifiant les passages difficiles et enrichissant la foi. C'est essentiel pour des études bibliques approfondies, offrant une meilleure compréhension de la Parole de Dieu et des enseignements pour la vie.

Commentaires bibliques 5

Codes Strong

Les codes Strong de James Strong sont un puissant outil d'étude biblique numérant et classant les mots selon leurs origines et significations. Ils révèlent les nuances des enseignements, lient les mots apparentés entre passages, enrichissant l'interprétation et la compréhension spirituelle et historique des termes bibliques.

Codes Strong

Comparaison de traduction

Une fonction de comparaison de traduction de la Bible est un outil précieux pour les étudiants et chercheurs. Elle permet d'analyser les nuances, choix linguistiques et interprétations entre versions. Cette perspective élargit la compréhension des textes bibliques et des interprétations variées, qu'on cherche fidélité ou exploration enrichissante.

Comparer les traductions 44

Versets liés

Les versets liés révèlent des connexions profondes entre les passages bibliques, offrant une compréhension contextuelle riche et une vision globale des enseignements sacrés.

Versets liés

Dictionnaires

Le dictionnaire biblique est une ressource essentielle pour explorer en profondeur les enseignements et les significations de la Bible. Il fournit des explications claires sur les termes, les contextes historiques et les messages spirituels, permettant une meilleure compréhension des Écritures.

Dictionnaires 3