Nahum 2
Versets liés

1 ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν συντετέλεσται ἐξῆρται.
2 ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ θλίψεως σκόπευσον ὁδόν κράτησον ὀσφύος ἄνδρισαι τῇ ἰσχύι σφόδρα.
3 διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν Ιακωβ καθὼς ὕβριν τοῦ Ισραηλ διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν διέφθειραν.
4 ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ καὶ οἱ ἱππεῖς θορυβηθήσονται.
5 ἐν ταῖς ὁδοῖς καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.
6 καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτῶν.
7 πύλαι τῶν ποταμῶν διηνοίχθησαν καὶ τὰ βασίλεια διέπεσεν.
8 καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη καὶ αὕτη ἀνέβαινεν καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν.
9 καὶ Νινευη ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν καὶ οὐκ ἦν ὁ ἐπιβλέπων.
10 διήρπαζον τὸ ἀργύριον διήρπαζον τὸ χρυσίον καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.
11 ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.
12 ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκφοβῶν.
13 λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.
14 ἰδοὺ ἐγὼ ἐπὶ σέ λέγει κύριος παντοκράτωρ καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία καὶ ἐξολεθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου.

Introduction de la Septante

Verset liés

L'outil de verset lié est un instrument précieux qui ouvre des horizons nouveaux dans l'étude biblique. En reliant les versets apparentés au sein des Écritures, cet outil permet aux chercheurs et aux étudiants de la Bible d'explorer les thèmes, les concepts et les enseignements clés à travers différents livres bibliques. Grâce à la fonctionnalité de verset lié, nous pouvons établir des connexions profondes entre les passages, obtenir une compréhension contextuelle plus profonde et saisir la cohérence et la richesse des enseignements bibliques dans leur ensemble. Que ce soit pour des études personnelles, des enseignements ou des recherches plus poussées, l'outil de verset lié s'avère être un compagnon précieux qui enrichit notre exploration des vérités bibliques et renforce notre compréhension globale des Écritures saintes.