Daniel 10
Comparer les traductions

Une apparition terrifiante

1 ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως Περσῶν πρόσταγμα ἐδείχθη τῷ Δανιηλ ὃς ἐπεκλήθη τὸ ὄνομα Βαλτασαρ καὶ ἀληθὲς τὸ ὅραμα καὶ τὸ πρόσταγμα καὶ τὸ πλῆθος τὸ ἰσχυρὸν διανοηθήσεται τὸ πρόσταγμα καὶ διενοήθην αὐτὸ ἐν ὁράματι.
2 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας.
3 ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου ἔλαιον οὐκ ἠλειψάμην ἕως τοῦ συντελέσαι με τὰς τρεῖς ἑβδομάδας τῶν ἡμερῶν.
4 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ πρώτου καὶ ἐγὼ ἤμην ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ τοῦ μεγάλου ὅς ἐστι Τίγρης.
5 καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἄνθρωπος εἷς ἐνδεδυμένος βύσσινα καὶ τὴν ὀσφὺν περιεζωσμένος βυσσίνῳ καὶ ἐκ μέσου αὐτοῦ φῶς.
6 καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων καὶ φωνὴ λαλιᾶς αὐτοῦ ὡσεὶ φωνὴ θορύβου.
7 καὶ εἶδον ἐγὼ Δανιηλ τὴν ὅρασιν τὴν μεγάλην ταύτην καὶ οἱ ἄνθρωποι οἱ ὄντες μετ’ ἐμοῦ οὐκ εἴδοσαν τὴν ὅρασιν ταύτην καὶ φόβος ἰσχυρὸς ἐπέπεσεν ἐπ’ αὐτούς καὶ ἀπέδρασαν ἐν σπουδῇ.
8 καὶ ἐγὼ κατελείφθην μόνος καὶ εἶδον τὴν ὅρασιν τὴν μεγάλην ταύτην καὶ οὐκ ἐγκατελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἰδοὺ πνεῦμα ἐπεστράφη ἐπ’ ἐμὲ εἰς φθοράν καὶ οὐ κατίσχυσα.
9 καὶ οὐκ ἤκουσα τὴν φωνὴν λαλιᾶς αὐτοῦ ἐγὼ ἤμην πεπτωκὼς ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν.
10 καὶ ἰδοὺ χεῖρα προσήγαγέ μοι καὶ ἤγειρέ με ἐπὶ τῶν γονάτων ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου.
11 καὶ εἶπέν μοι Δανιηλ ἄνθρωπος ἐλεεινὸς εἶ διανοήθητι τοῖς προστάγμασιν οἷς ἐγὼ λαλῶ ἐπὶ σέ καὶ στῆθι ἐπὶ τοῦ τόπου σου ἄρτι γὰρ ἀπεστάλην ἐπὶ σέ καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ τὸ πρόσταγμα τοῦτο ἔστην τρέμων.
12 καὶ εἶπεν πρός με μὴ φοβοῦ Δανιηλ ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἧς ἔδωκας τὸ πρόσωπόν σου διανοηθῆναι καὶ ταπεινωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου εἰσηκούσθη τὸ ῥῆμά σου καὶ ἐγὼ εἰσῆλθον ἐν τῷ ῥήματί σου.
13 καὶ ὁ στρατηγὸς βασιλέως Περσῶν ἀνθειστήκει ἐναντίον μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἐπῆλθε βοηθῆσαί μοι καὶ αὐτὸν ἐκεῖ κατέλιπον μετὰ τοῦ στρατηγοῦ τοῦ βασιλέως Περσῶν.
14 καὶ εἶπέν μοι ἦλθον ὑποδεῖξαί σοι τί ὑπαντήσεται τῷ λαῷ σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἔτι γὰρ ὅρασις εἰς ἡμέρας.
15 καὶ ἐν τῷ αὐτὸν λαλῆσαι μετ’ ἐμοῦ τὰ προστάγματα ταῦτα ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἐσιώπησα.
16 καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατό μου τῶν χειλέων καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου κύριε καὶ ὡς ὅρασις ἀπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπ’ ἐμέ καὶ οὐκ ἦν ἐν ἐμοὶ ἰσχύς.
17 καὶ πῶς δυνήσεται ὁ παῖς λαλῆσαι μετὰ τοῦ κυρίου αὐτοῦ καὶ ἐγὼ ἠσθένησα καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχύς καὶ πνεῦμα οὐ κατελείφθη ἐν ἐμοί.
18 καὶ προσέθηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ κατίσχυσέ με.
19 καὶ εἶπέ μοι ἄνθρωπος ἐλεεινὸς εἶ μὴ φοβοῦ ὑγίαινε ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ ἴσχυσα καὶ εἶπα λαλησάτω ὁ κύριός μου ὅτι ἐνίσχυσέ με.
20 καὶ εἶπεν πρός με γινώσκεις τί ἦλθον πρὸς σέ καὶ νῦν ἐπιστρέψω διαμάχεσθαι μετὰ τοῦ στρατηγοῦ βασιλέως τῶν Περσῶν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ἰδοὺ στρατηγὸς Ἑλλήνων εἰσεπορεύετο.
21 καὶ μάλα ὑποδείξω σοι τὰ πρῶτα ἐν ἀπογραφῇ ἀληθείας καὶ οὐθεὶς ἦν ὁ βοηθῶν μετ’ ἐμοῦ ὑπὲρ τούτων ἀλλ’ ἢ Μιχαηλ ὁ ἄγγελος.

Introduction de la Septante

Ressources

Commentaires bibliques

Un commentaire biblique enrichit la lecture de la Bible en fournissant des explications historiques, contextuelles et spirituelles. Il clarifie les passages complexes, ouvre de nouvelles perspectives d'interprétation et renforce votre compréhension de la foi. Cet outil est essentiel pour les études bibliques approfondies, aidant les croyants à mieux saisir la Parole de Dieu et à en tirer des leçons significatives pour leur vie.

comparaison de traduction

Une fonction de comparaison de traduction de la Bible est un outil puissant pour les étudiants de la Bible et les chercheurs. Elle permet de comparer différentes versions de la Bible pour comprendre les nuances de traduction, les choix linguistiques et les interprétations. Cette fonction offre une perspective élargie sur les textes bibliques, aidant à saisir la diversité des interprétations possibles. Que vous cherchiez une traduction plus fidèle aux originaux ou souhaitiez explorer les différences pour enrichir votre compréhension, cette fonction vous offre une meilleure perspective sur les Écritures sacrées.

Pour commencer à utliser ces outils il vous suffit de cliquer sur les catégories ci-dessus.